6 Σεπτεμβρίου 2014
Ὁ πρωθυπουργὸς Σίντο Ἄβε καὶ αἱ πέντε νέαι ὑπουργοί
Τί ἐγένετο ταύταις ταῖς τελευταίαις ἡμέραις; ἀρξώμεθα περὶ τῆς ἐν τῇ Οὐκραίνᾳ καταστάσεως διαλεγόμενοι, χθὲς γὰρ τῇ Παρασκευῇ ἡ τῆς Οὐκραίνας ἀρχὴ καὶ οἱ ἀνθιστάμενοι, ἐν τῷ Μὶνσκ συνέλθοντες, συναλλαγὴν ὑπεγράψαντο καθ‘ ἣν ἀλλήλοις πολεμοῦντες παύσονται. ἤδη μὲν ὁ πέμπτος μὴν ἐξ οὗ ἡ ἐκεῖ διάστασις ἤρξατο, δισχίλιοι δὲ καὶ ἑξακόσιοι ἄνθρωποι ἀπέθανον. ὅμως δέ, καίπερ πολλῶν χωρῶν ταύτην τὴν συναλλαγὴν ἐπαινουσῶν, ὅ τε Ὀβάμα καὶ ἡ Εὐρωπαικὴ Ἕνωσις ἀπιστοῦσιν, ὁ γὰρ Ποῦτιν νεωστὶ ἠπείλησε τοῦτο λέγων· “ἐάν μοι δοκῇ, εἰς τὸ Κίεβ δυοῖν ἑβδομάδοιν εἰσβαλῶ“.
ἐν δὲ τῇ Ἰαπωνίᾳ ὁ πρωθυπουργὸς Σίνζω Ἄβε, ὃς τὴν ἀρχὴν ἤδη τὸν εἰκοστὸν μῆνα ἔχει, πολλοὺς μὲν τῶν ὑπουργῶν μετέβαλε νεωστί, πέντε δὲ γυναῖκας ὑπουργοὺς κατέστησεν, ἥδε δὲ ἡ αἰτία· ὁ Σ. Α. τὸ μὲν πρῶτον καλῶς παρὰ τῷ δήμῳ ἤκουεν, νῦν δὲ κακῶς· καίπερ οὐκ ἐξὸν ἀκριβῶς εἰδέναι διὰ τί, πολλοὶ πολῖται αὐτῷ μέμφονται ὅτι αἱ γυναῖκες ἐν τῇ Ἰαπωνίᾳ ἔτι καὶ νῦν μικρὰν ἀρχὴν ἔχουσιν, πειρᾷ οὖν ὁ Σ. Α. τοῦτο αἰσθόμενος πάλιν τὴν προτέραν δόξαν οὕτως ἀναλαβεῖν.
ἐν δὲ τῇ Νοτίᾳ Ἀφρικῇ οἱ ἄρχοντες τὸν Δαλαὶ Λάμα εἰς τὴν χώραν εἰσβῆναι οὐκ ἐῶσιν· ἔδει μὲν τὸν Δαλαὶ Λάμα ἐκεῖσε πορεύεσθαι ἵνα συνόδῳ παρείη τῶν τὸ τῆς Εἰρήνης Νοβὲλ Ἆθλον δεξαμένων (ὁ Δαλαὶ Λάμα τοῦτο τὸ ἆθλον τῷ 1989ῳ ἔτει ἐδέξατο), ὅμως δὲ ἡ τῆς Νοτίας Ἀφρικῆς ἀρχὴ τὴν Σίναν ὀργίζειν οὐ βούλεται, μάλιστα γὰρ αὐτοῖς ἐμπορεύονται.
τίνα δὲ τὰ νέα ἐν τῇ Νέᾳ ‘Υόρκῃ; λέγει ὁ δήμαρχος ὅτι οἴσονται μὲν οἱ ἐκεῖ φύλακες κινηματογραφικὰς μηχανὰς ἐπὶ τῷ σώματι ἐντεθειμένας, οὕτως δὲ ἰδεῖν ἐξέσται ὅπως οἱ φύλακες πράττουσιν, δυστυχίας γὰρ γενομένης ἐπιπονώτατόν ἐστι εἰδέναι ὅστις τἀληθῆ λέγει, ἄλλως τε καὶ ὅταν πολίτης τις ἀποθάνῃ.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου